Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 16.28 Dem. 16.31 (English) >>Dem. 17.1

16.30οἶμαι τοίνυν ἔγωγε κἀκεῖνʼ ἐνθυμεῖσθαι δεῖν, ὅτι μὴ προσδεξαμένων μὲν ὑμῶν τοὺς Μεγαλοπολίτας, ἐὰν μὲν ἀναιρεθῶσι καὶ διοικισθῶσιν, ἰσχυροῖς Λακεδαιμονίοις ἔστιν εὐθὺς εἶναι, ἐὰν δὲ σωθῶσιν ἄρα, ὡς ἤδη τι καὶ παρʼ ἐλπίδας ἐξέβη, βέβαιοι σύμμαχοι Θηβαίων δικαίως ἔσονται· ἂν δὲ προσδέξησθε, τούτοις μὲν ὑπάρξει ἤδη σωθῆναι διʼ ὑμᾶς, τὸ δὲ συμβησόμενον, τὸν τοῦ κινδύνου λογισμὸν μετενεγκόντες, σκοπῶμεν ἐπὶ Θηβαίων καὶ Λακεδαιμονίων. 16.31ἂν μὲν τοίνυν καταπολεμηθῶσιν οἱ Θηβαῖοι, ὥσπερ αὐτοὺς δεῖ, οὐκ ἔσονται μείζους τοῦ δέοντος οἱ Λακεδαιμόνιοι, τούτους ἔχοντες ἀντιπάλους τοὺς Ἀρκάδας ἐγγὺς οἰκοῦντας· ἂν δʼ ἀνενέγκωσιν ἄρʼ οἱ Θηβαῖοι καὶ σωθῶσιν, ἀλλʼ οὖν ἀσθενέστεροί γʼ ἔσονται, ἡμῖν συμμάχων γεγενημένων τῶνδε καὶ διʼ ἡμᾶς σεσωμένων. ὥστε πανταχῇ συμφέρει μήτε προέσθαι τοὺς Ἀρκάδας μήτε διʼ αὑτούς, ἂν ἄρα σωθῶσι, περιγεγονέναι δοκεῖν, μηδὲ διʼ ἄλλους τινάς, ἀλλὰ διʼ ὑμᾶς.

16.32ἐγὼ μὲν οὖν, ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεοὺς οὔτε φιλῶν οὐδετέρους οὔτε μισῶν ἰδίᾳ εἴρηκα, ἀλλʼ νομίζω συμφέρειν ὑμῖν· καὶ παραινῶ μὴ προέσθαι Μεγαλοπολίτας, μηδʼ ἄλλον ἁπλῶς μηδένα τῶν ἐλαττόνων τῷ μείζονι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 16.28 Dem. 16.31 (English) >>Dem. 17.1

Powered by PhiloLogic